Letter 366: It was only fitting, dear Paulus, that he should not abolish a rule he himself established.

LibaniusPaulos|c. 349 AD|Libanius
friendship

Παύλῳ. (358)

Καὶ γὰρ ἦν εἰκός, ὦ φίλε Παῦλε, μὴ τὸν νόμον ἀνελεῖν,
ὃν αὐτὸς ἔθηκεν ἐκεῖνος. ἦν δὲ οὗτος ὁ νόμος τῷ μεμνῆσθαι
προστιθέναι τὸ γράφειν. οἷς δ’ ἂν ἔλθῃ τι παρὰ θεῶν ἀγα-
θόν, οὐκ ἐκείνοις δεῖ μόνον, ἀλλὰ καἰ τοῖς ἱερεῦσιν εἰδέναι
χάριν.

σὺ τοίνυν ἡμῖν ἐν ἱερεῦσι τεταγμένος μετέχεις ὧν
ἐκείνους εἰκός. οὐ γὰρ ἀγνοῶ τοῦθ’ ὅτι ὤτρυνας σπεύ-

δόντα καὶ αὐτόν, καἰ ὡς ὁ μὲν ὥρμητο γράφειν, σὺ δὲ
ἐπῄνεις τὴν ὁρμήν. πιστεύω τοίνυν ἀμφοτέρους ἐμμενεῖν οῑς
πεποιήκατε, σὲ μὲν προτρέψειν, ἐκεῖνον δὲ ἐπιστελεῖν.

Related Letters