Letter 367: You do seem to think me very fond of gold, since you told Olympius to bring me the gold piece for the wedding...
Ἀκακίῳ. (358)
Πάνυ μοι φαίνῃ φιλόχρυσόν με νομίζειν, ὃς ἐκέλευες
Ὀλυμπίῳ τὸν ὑπὲρ τῶν γάμων κομίζειν μοι στατῆρα γραμμά-
των ἄνευ. ὁ δέ, ᾔδει γάρ, τίς μὲν εἰς χρυσὸν ἐγώ, τίς δὲ εἰς
γράμματα, μὴ δεχόμενος ἄμφω καὶ τὸ χεῖρον ἀφῆκεν. ἔφερε
μέντοι μοι παντὸς χρυσίου τιμιώτερον τὴν ὑπὲρ τῶν γάμων
διήγησιν. ἡ δὲ ἦν τοιάδε τις.
ἔφασκέ σε τρέμειν μέλλοντα
τὴν παῖδα δείξειν. ἡδὺς ὁ τρόμος πατρὶ καὶ ὃν ἐπελθεῖν
εὔξατο, φανεῖσαν τὴν κόρην ἐκπλῆξαι τοὺς θεατὰς τῇ τε ἄλλῃ
καὶ τῷ κάλλει τῶν ὀμμάτων, ὥστ’ εἶναι τοὺς λέγοντας· Ἀρ-
τέμιδι ἰκέλη. τοῦθ’ ἥσθην ἀκούσας <καὶ> α ὅτι τῷ κάλλει
τῆς ψυχῆς ἁμιλλᾶται τὸ τοῦ σώματος καὶ ὁ μὲν φίλος ἡμῖν
πατὴρ τοιαύτης, ὁ δὲ μαθητὴς ἡμῖν ἀνὴρ τοιαύτης.
μα-
θῶν δέ σε τεθορυβῆσθαι τῇ περὶ τὰς τραπέζας φροντίδι καὶ
ταῖς ὑπὲρ ἰχθύων ἐπαγγελίαις καὶ τὸν ἐπιπεσόντα χειμῶνα καὶ
ὡς ἐκ κυμάτων ᾕρεις πλείους ἢ παρὰ θαλάττης ἄλλος ἡμέρου,
πῶς ἔχαιρον, οἴει, καὶ μετὰ πόσου τοῦ γέλωτος ἔλεγον τῷ
νυμφίῳ μὲν δεδόσθαι παρὰ τῆς μητρὸς γῆν ἀτεχνῶς τὸ μέ-
σον Κορίνθου καὶ Σικυῶνος, τῆς νύμφης δὲ ταύτην οὐ γε-
νέσθαι μεγαλοψυχίᾳ σῇ. παυσάσθω δὴ πενίας μεμνημένος
Καλύκιος ὁ Καλλίας ἀμφοτέρωθεν ἔχων γῆν ἀρίστην.
τὼ
δ’ ἅμα καλὴν ἥρηνται Ζυγίαν καὶ λυσίζωνον Ἄρτεμιν.
οὐ γάρ με ἔλαθον ὠδῖνες μητρὸς ἀναμιχθεῖσαι γάμῳ θυγα-
τρὸς ἡδίστης ὧν ἀκήκοα. καὶ γὰρ τὸ τεχθὲν ἡμέτερος χορευ-
τής, ἄλλος οὗτος Ἡρακλῆς, Τιτιανοῦ ζηλωτής, ὃς εἰκότως μὲν
ἦλθεν ἐκεῖσε μεθέξων τῆς ἑορτῆς, εἰκότως δ’ ἂν ἔλθοι δεῦρο
ληψόμενος ἕ πρόσθεν. Λαὶ γὰρ εἰ μέγας ἐν μικρῷ γεγένηται
χρόνῳ, μείζων ἐν πλείονι φανεῖται.
μὴ θαυμάσῃς δὲ εἰ
καινόν τι ποιῶ ζητῶν νέον· καὶ γὰρ ἡ τοῦ νέου φύσις τῶν
καινῶν. αὐτός τε οὖν κινείσθω καὶ Καλύκιος μὴ μελλέτω
νεανίσκος τὰ τοῦ πατρὸς μιμησόμενος· ὡς ὡς γε ἐν δοκα-
στηρίοις κράτος, ἢν προσενέγκῃ πόνους, ὧν τὸ πέρας ἡδονή.
δίκαιος δέ ἐστιν ἔχεσθαι τῆς τέκνης· καὶ γὰρ εἰ φθάσας
ἔχει τῶν λόγων τὸ ἆθλον, ἐπ’ ἐκείνῳ γε θηρευέτω τοὺς λόγους·
αἰσχρὸν μὲν γὰρ ὄντας οὐδεπώποτε κτητέον, καλὸν όὲ ὄντας
ἀεὶ κτητέον.
Related Letters
Those many splendid speeches you delivered — first in Phoenicia, then here, and now in fair Palestine (and how could...
You are generous in your letter.
Were we asking for something unjust, and is that why we failed?
To Ἀκακίῳ. (361)
Your letter was sweeter than the storax you sent — and not only sweeter than that batch, but than the kind you say...