Letter 370: So you were destined after all to taste the labors of office, since you did not flee governance by every possible means.
Ἀρισταινέτῳ. (358)
ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ
πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία
καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ
δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε.
φοβοῦμαι
δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν,
ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν,
ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φα-
νεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον
ἥξειν.
ἐφ’ ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ’ ἂν <φθό-
νου> α ἐκτὸς εὐφραίνοιο, τοῦτο ἔστιν. ὅσοι τὸν λόγον
τοῦ πράγματος, τοσοῦτοι καὶ ἡδονὴν μετὰ τοῦ λόγου. καὶ τῶν
πρὸ τοῦ σε φασκόντων φιλεῖν οὐδεὶς ἠλέγχθη φάσκων μέν,
ἥκιστα δὲ φιλῶν.
ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί-
νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ
ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς
ἀρχῆς κηρίον.
εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέ-
χειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειι ὑπῆρχεν, ἥκει Διάνιος,
ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος πολλάκις μὲν ὑπὸ σοῦ
κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ
Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυ-
γόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ
γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν,
λοιπὸν ἦν δεδέσθαι.
ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι
γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν
ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ-
ταις ἐλπίσιν ὤκνει.
τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη-
τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε
καὶ πρᾳότητος καὶ τοῦ παρέχειν αὑτὸν αἰδέσιμον διάγων.
καὶ τὸ μέγιστον, τῶν πρὸς ἡμᾶς δικαίων οὐδὲν διαφθείρας
οὐκ ἐπεσπάσατο μῖσος παρὰ τῆς ἑτέρας μερίδος. τοιγαροῦν
θαρρῶν ἔλεγον ὡς κοινωνεῖ σοι τοῦ γένους, καὶ οὐκ ἐδόκει
χείρων εἶναι τοῦ αἵματος.
δέχου δὴ τὸν οἰκεῖον πολλοὺς
τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ
τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς
ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον
τὸν βίον ἀπὸ τῶν δικῶν;
Related Letters
Your letter made Nikentios a friend to us; Modestos, who was already a friend, your letter made more of a friend...
Obodianus fulfilled toward us everything a son should, and his father fulfilled everything a father should, so that...
Even before, my fellow citizens did not disbelieve me when I spoke of you as you deserved.
Leontios saw my brother in the evening and said you had sent me a letter through him, but the next day he was...
Our city is more in love with you than you are with me — and while your affection for me may be undeserved, theirs...