Letter 374: May you always send such reports about your health, for it would be fitting that a man of such good judgment should...

LibaniusStrategios|c. 349 AD|Libanius
barbarian invasioneducation booksillness

Στρατηγίῳ. (358)

Σὺ μὲν ἀεὶ τοιαῦτα ἐπιστέλλοις περὶ τοῦ σώματος, πρέ-
ποι γὰρ ἂν ὄντα σε τὴν γνώμην ἀγαθὸν κἀκείνως ἐρρῶσθαι,
ἐγὼ δὲ αὖθις ἀπηνέχθην εἰς τὴν νόσον τῆς κεφαλῆς, ὥστε
καὶ τὸν Μάρκελλον ἐν φόβῳ καταστῆναι μὴ μεῖζον αὑτοῦ
γένηται τὸ κακόν. τὸ δὲ οὔτε ἐνίκησε τὸν ἰατρὸν οὔτε ἐκρα-
τήθη παντελῶς, ἀλλὰ συνέστηκε νυνὶ μάχη κρατερὰ τέχνης
καὶ πάθους.

ἐρεῖ δέ σοι καὶ περὶ τούτων καὶ ὡς ἔχουσι
πρὸς σὲ Σύροι, Διάνιος, ὃν ἀγαθὸν μὲν ἔξεστι προσειπεῖν,
εὐτυχῆ δὲ οὐκέτι. πόνῳ γὰρ λόγους κτησάμενος καὶ παρὰ σοὶ
καρπώσασθαι τὴν δύναμιν ἐλπίσας ὁμοῦ τε ἥψατο καὶ ἀπε-
κρούσθη τοῦ πράγματος.

τοῦ χρηστοῦ τοίνυν ἀνέμου δια-
μαρτὼν ἀπολαυσάτω τοῦ δευτέρου πλοῦ. ἔστι δὲ οὗτος γενέ-
σθαι χώραν αὐτῷ παρ’ ὑμῖν περὶ τὸ βῆμα καὶ τῶν πολιτῶν

ἤν τις ἀφέλκῃ, τοῦτον μαθεῖν ὡς οὐ σοί γε ἀρέσκοντα δράσει.

κηδεμονίας δὲ ἁνὴρ ἄξιος ἐμοί τε, διότι συγγενὴς Ἀρισται-
νἐτου καὶ μαθητὴς ἐμός, σοί τε ἀπὸ τῶν αὐτῶν. πάλαι γάρ με
ἐδίδαξας ὅτι τὰ ἡμέτερα σαυτοῦ νομίζεις.

Related Letters