Letter 380: To the same person. (358/59)

LibaniusTo the same person (2)|c. 350 AD|Libanius
illness

Τῷ αὐτῷ. (358/59)

Ἄξιοί γε ἐπαίνων οἱ πόνοι, δι’ ὧν τε σώζεις τὰς πόλεις
καὶ οἶς τὴν νόσον ἀπήλασας. πιστεύω γὰρ οὖν αὐτὴν ἐκβε-
βλῆσθαι σῇ τε καρτερίᾳ καὶ Μαρκέλλου σοφίᾳ καὶ θεῶν βοη-
θείᾳ. τῶν γὰρ ἀγαγόντων σε παρ’ ἡμᾶς ἐπὶ φυλακῇ τῶν
ἐθνῶν ἦν δήπου καὶ δύναμιν εἰς τὸ φυλάττειν δοῦναι.

Μάρκελλος δὲ τοὺς μὲν ἄλλους ἀνιστὰς ἐπῃνεῖτο, νῦν δ’
ἂν εἰκότως καὶ στεφανωθείη ἰασάμενος ἄνδρα μυρίας ἰώμενον
πόλεις.

ἀλλ’ ἐπειδὴ τἀκεῖ τεθεράπευκας ἱκανῶς, φάνηθι
καὶ τῇδε φανήσῃ δὲ ἐρῶσιν, οἷς ἡδὺ τὸ ἄρχεσθαι πεποίηκας
τῇ τῶν τρόπων ἐπιεικείᾳ.

Related Letters