Letter 385: Many are those who announce that you are coming, but we do not yet see the deed.

LibaniusModestos|c. 350 AD|Libanius
education booksfriendship

Μοδέστῳ. (358/59)

Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν
οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην
ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην,

ἱκανῶς τεθεράπευται· εἴτε ἔδει τοὺς ἀνθρώπους μαθεῖν ὅστις
εἶ πρὸς ἥλιον φλέγοντα, τῆς Ἡρακλέους καρτερίας οὐ λελεῖ-
φθαι δοκεῖς.

τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις
ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ
οὐκ ἔχεις;

ἀλλ’, w γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ’
ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν
χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δε'- μι-
σθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.

Related Letters