Letter 387: I want my friends, whatever they say, to be seen as speaking the truth.
Ἀνατολίῳ. (355)
Εγὼ τοὺς ὄντας μοι φίλους βουλοίμην, ἅττα ἂν λέγω-
σιν, ἀληθῆ δοκεῖν λέγειν σὲ δὲ ἐν πρώτοις τε γράφομαι τῶν
ἐπιτηδείων καὶ ὅπως πόρρω εἴης τοῦ ψεύδεσθαι ποιῶ.
τού-
του οὖν, ὦ ’γαθέ, κηδόμενος ἐσίγων τὸν ἄχρι τοῦδε χρόνον.
ἴδει γὰρ εὐθὺς μὲν ἐμοῦ γράφοντος ψεύστην εἶναι σέ, μὴ
γράφοντος δὲ καθαρεύειν τῆς αἰτίας, ὥστε σε ἐκόσμησα τῇ
σιγῇ. σὺ δὲ ὡς ἠδικημένος ἐγκαλεῖς ἐπαινεῖν ἀφείς. αἴνιγμά
σοι δοκῶ λέγειν. ἄκουε δῆτα σαφῶς.
σὺ τὴν πρώτην ἐκει-
νην γράφων ἐπιστολὴν σκώμμασί τε ἡμᾶς ἔτρωσας οὐκ ὀλί-
γοις καὶ τελευτῶν ἐπέθηκας ὡς κατασύραις ἡμᾶς ἐν τοῖς γράμ-
μασι, καὶ ὅρκος ἐπῆν.
ἐσκόπουν οὖν, ὅπως ἄν σοι τοῦτο
ὀρθῶς εἰρῆσθαι δοκοῖ καὶ νικῶν φαίνοιο καθαρῶς. νίκη δὲ
σαφὴς τὸ μηδ’ αὐτὸν τὸν ἡττημένον ἀναισχυντεῖν, ὡς ἄρα
οὐ κεκράτηται, ὃ δὴ μὴ γράφων ὁμολογεῖ νενικῆσθαι τῷ μὴ
ἔχειν ὅ τι γράψειεν.
ἔχεις οὖν καὶ τουτονὶ τὸν στέφανον
ἐπ’ ἐκείνῳ τῷ διὰ δικαιοσύνην σοι δεδομένῳ. καὶ δύο νίκας
ἡμῖν ὁ καλὸς Ἀνατόλιος ἀνῄρηται, τὴν μὲν ὡς ἄριστος δικα-
στῶν, τὴν δὲ ὡς κράτιστος σοφιστῶν, τὸ μὲν ἁπάντων ᾀδόν-
των, ἐμοῦ δὲ τὸ δεύτερον, ὃ σὺ φαίης ἂν οὐκ εἶναι φαυλότε-
ρον.
ὁρᾶν δοκῶ σε γελῶντα καὶ ἀκούειν βοῶντος καί τινα
ἀφιέντος ῥήματα τῶν εἰωθότων. οὐ γὰρ ἂν σύ γε τοῦτο τὸ
μέρος ἄνευ τοῦ ταῦτα ποιεῖν ἐπέλθοις.
τὸ μὲν οὖν τῆς
παιδιᾶς ἐνταῦθα ὡρίσθω, πάντως δὲ δεῖ καὶ ἐπιστέλλοντι παί-
ζειν ὡσπεροῦν συνόντι, τὴν δὲ οὖσαν αἰτίαν ὑφ’ ἧς βραδέως
ἐπιστέλλω νῦν ἀποδώσω.
ᾔδειν ὅτι μέγα τι περὶ ἡμῶν ἐθε-
λήσεις ἀκοῦσαι πρέπον μὲν τῇ πόλει, πρέπον δὲ ταῖς ἐλπίσιν,
ὑφ’ ὧν κινηθεὶς ἧκον. ἕως μὲν οὖν οὔπω τοῦτο ἀπήντα, μέλ-
λειν ᾤμην δεῖν· ἐπεὶ δὲ ἔστι τι καὶ τοιοῦτον, γράφω.
τὸ
μὲν γὰρ πρῶτον εἰσήλθομεν εἰς ἄνδρας οὐ πιστεύοντας ὅτι
βιώσονται. καὶ ὅπως μὴ εἴπῃς· τί οὖν εἰσῆλθες; οὐ γὰρ
ἀκίνδυνον ἀναστρέφειν.
ἔπειτα τοῦ φοβοῦντος ἀπελ-
θόντος διαφυγὼν ἐγὼ θάνατον, ὃν ἀκήκοας, ἐπὶ πολλοῖς λό-
γοις, οὓς τὸ θέρος ἐδέξατο, διδασκαλεῖον ἀνέῳξα καὶ ὁ φθό-
νος ἔπνει λαμπρός. εἰδὼς δὲ ὅτι οὐκ ἔστιν αὐτὸν ἄλλως ἡ
λόγοις καταχῶσαι, τοῦ σώματος μὲν ἠμέλουν καὶ ὅσοις τοῦτο
ἥδεται, χαίρειν εἴων, τοῦ δὲ ὅπως μηδὲν ἀνήσω λέγων, ἐφρόν-
τῖσα.
τοῖς βελτίστοις δὲ ἡμῶν πολίταις τὰ πολλὰ οὐ
πολλὰ ἐδόκει, ἀλλ’ ἐγὼ μὲν αὐτοὺς ἡγούμην ἠνωχλῆσθαι, οἱ
δὲ ἀγεύστοις ἐῴκεσαν. νέοι δὲ οἱ μὲν οὔπω πρότερον ὡμιλη-
κότες σοφισταῖς, οἱ δὲ οἷς ὡμίλουν ἀφέντες ὑφ’ ἡμῖν ἐτάτ-
τοντο, οἱ μὲν ἐνθένδε προσιόντες, οὐκ ὀλίγοι δ’ ἐπῆλθον.
ἀλλ’ οὔπω πάντα εὐδαιμονία σοῦ γε ἀπόντος· οὗ παρόν-
τος ταῦτά γε ἦν ἂν μείζω. καὶ αὐτό γε τὸ παρεῖναί σε πάσης
τῆς περὶ ταῦτα εὐπραξίας ἄμεινον.
παρεμυθεῖτο δέ με
τὸ κεκλῆσθαί σε πρὸς ἀρχήν, ἣ κεφάλαιον ἀρχῶν εἶναι δοκεῖ,
καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις παρέχοντες ἄνδρα
δεινὸν κοσμῆσαι πόλεων πράγματα.
τὸ δ’ ὡς φεύγεις τοῦ-
τὸν τὸν πόνον, ἀκοῦσαι μὲν ὑπῆρξέ μοι, πιστεῦσαι δὲ ἥκιστα,
οὐχ ὅτι σε οἴομαι σπουδαρχίδην, ᾧ γὰρ αἱ ἀρχαὶ πενίας ἀφορ-
μαί, πῶς ἂν τὸ ἄρχειν διώκοι; ἀλλὰ διεστάναι δή φασι τὴν
Ρώμην καὶ τοὺς πολλοὺς δυσκόλως ἔχειν πρὸς τὴν βουλήν,
σὲ δὲ τοῦτο δεῖσαι λογιζόμενον, ὡς ἡ τὸν δῆμον ἢ τοὺς βελ-
τίστους ἀνιάσεις.
τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς
σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ
θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας,
ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐπείνων κακίας. ἤδη δέ
τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πι-
στεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης.
σὲ μὲν οὖν
ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Μῆνά δέξαιτο καὶ μετὰ
ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων῾· ἐμὲ δὲ ἕλκει πά-
λιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα.
σὺ δ’ ὅ τι ἂν ἔχῃς βοῄθε καὶ παῦε τὸν θυμὸν καὶ ὡς
ἀρρωστῶ λέγε. καὶ οὐ ψεύσῃ λέγων· φάρμακά τε γὰρ πεπώ-
καμεν, ἃ ἐν μεγίστῳ κακῷ πίνεται φλέβα τε ἐτμήθην οὐκ
εἰωθώς, ὃ προσιοῦσαν ἐκώλυσε τὴν τελευτήν.
Related Letters
Many people are greatly reproaching you: that you speak most pleasantly with those whom it is not even right to look...
You know Marcellus, I expect — by his profession and, even before that, by his character, for he is no less a good...
The man who preserves Helladius's household by his tireless efforts is this Martyrius here.
What am I to do? You say you want complaints, but everything you do deserves praise.
Since you say you take the greatest pleasure in being rebuked, and I have a passion for praising good men, I shall...