Letter 392: Our city is more in love with you than you are with me — and while your affection for me may be undeserved, theirs...

LibaniusAristainetos|c. 351 AD|Libanius
friendship

Ἀρισταινέτῳ. (355)

Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς
ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς
καὶ μάλα εἰκότως. ὥστ’ εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ-

πάλαι ἂν ἦσαν αὐτοὶ παρὰ σοί.

ἡ όὲ Ἀπελλίωνος ἀρχὴ
τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ
τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν.

θαυ-
μάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ
εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, 5
φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.

Related Letters