Letter 393: We have raised up a governor for you, and our pride rests not merely on the fact that he is our fellow citizen, but...

LibaniusAlkimos|c. 351 AD|Libanius
friendship

Ἀλκίμῳ. (355)

Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ
πολίτην ἄρχειν ἡμέτερον. ἀλλ’ ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς.
οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ
σιώτερον, ἁ λ’ ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν.
ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προ-
στασίαν.

Αἰγύπτιοι μὲν οὖν πολλάπις ταῦτα εὔξαντο, πρὸς
δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα,
τίνα μάλιστα φιλοίην τῶν παρ’ ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη
φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνἐ-
χθην καὶ τὸν Ἅλαιμον ἐφθεγξάμην.

ὁδὲ γράφε τοί-
νυν ἔφη, καὶ κομιῶ. χαφιῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον
ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σο-
φὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα.

Related Letters