Letter 394: You are generous in your letter.

LibaniusAkakios|c. 351 AD|Libanius
education books

Ἀκακίῳ. (355)

Χρηστὸς εἰ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέ-
λεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς
ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποι-
ητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται.

τῆς δὲ ἐπι-
στολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα
μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς
ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ’ ἡμᾶς ὧδε ἔχοντες τάξεως
ἦλθον.

Related Letters