Letter 395: What Boeotians have you been keeping company with, that you've lost your skill in rhetoric?

LibaniusAndronikos|c. 351 AD|Libanius
education booksfriendship

Ἀνδρονίκῳ. (355)

Ποίοις Βοιωτοῖς συγγενόμενος ἀποβέβληκας τὴν περὶ
τοὺς λόγους τέχνην; οὐ γὰρ ἐκεῖνό γε Ἀνδρονίκου τὸ τὰς μὲν
μακρὰς ἐπιστολὰς ἐπαινεῖν πανταχοῦ, τὰς δὲ οὐ μακρὰς ἐλαύ-
νειω, ἀλλ’ εὖ ᾔδεις ὡς ἑκατέρῳ τε ἰνὶ χώρα καὶ μετὰ τοῦ
καιροῦ καὶ τοῦτο κἀκεῖνο καλόν.

σὺ δὲ ἐπιλαβόμενος τῆς
ἐν τοῖς γράμμασι βραχύτητος αὐτὸ τοῦτο εὐθὺς ἑτέρας ἐποιοῦ

κατηγορίας ἀφορμὴν συκοφάντης ὢν ἐν ἀμφοῖν. διώκων γὰρ
τὴν ἐπιστολὴν ἐπὶ τῷ μέτρῳ τῇ γε ὀργῇ πάλιν ἄλλην αἰτίαν
ἔπλασας, διφθέραν οἶμαί τινα οὐκ ἀποδοθεῖσαν.

οὕτω
θαυμαστὸς ἡμῖν πλάστης γέγονας ἅτε πόλιν οἰκῶν γέμουσαν
πλασμάτων. ἡμῖν δὲ πόλις μὲν τῆς ὑμετέρας μικροτέρα, μικρο-
ψυχίαν δὲ ἴσως οὐκ ἐντίθησιν. οὐδέ γε, ὦ δαιμόνιε, τἄλλα
οὕτω ταπεινῶς πράττομεν ὥστ’ ἔχειν σχολὴν ἐννοεῖν, εἰ τόδε
ὁ δεῖνα λαβὼν κατέχει.

τῶν δὲ παρ’ ὑμῖν σοφιστῶν μὴ
καταγέλα, οἷς ἐστιν ἃ σοφισταῖς εἶναι δεῖ, μέγεθος οἰκιῶν,
πλῆθος νέων, γαστρὸς εὐρυχωρία, τὸ δουλεύειν εἰδέναι· μέγα
γὰρ εἰς εὐδαιμονίαν παρ’ ὑμῖν τὸ κατεπτηχέναι καὶ ὁ δουλό-
τερος ἑτέρου ῥητοὸικώτερος.

εἰς ἐμὲ δὲ οἰόμενος τὰ φίλου
ποιεῖν ἴσθι τὰ πολεμίου δρῶν. πράττεις μὲν γάρ, ὅπως ὑμῖν
ἐπανέλθοιμι, τοῦτο δὲ εἰ μὲν ἀγνοῶν, ἐν οἷς ὢν τυγχάνω προ-
θυμῇ, τάχα οὐ φιλοῦντος ἡ ἄγνοια· εἰ δ’ ἐπιστάμενος, ἐξ ὅσης
ζάλης εἰς ὅσην εἰρήνην ἥκω, πρὸς τὴν ζάλην αὖθις ἐκ τῆς
εἰρήνης ἕλκεις, οὐ πάνυ γίγνῃ Θησεὺς εἰς Πειρίθουν.

ὥστ’
ἐοίκαμεν σοὶ μὲν μέμφεσθαι τῷ φίλῳ, τὸν δὲ οὐ φίλον ἐπαι-

νεῖν τὸν ἄρχοντα. καὶ γὰρ εἰ ἡ γνώμη μισοῦντος, ἀλλὰ τό γε
ἔργον ὠφελοῦντος. κωλύει γάρ με μὴ ἐλθεῖν ν τοῦτό μοι πρῶ-
τον χαριζόμενος τὸ μὴ Κλεομένην ἰδεῖν.

ᾧ σὺ συνὼν μὲν
ἔτι μή με ἐξαπάτα· μὴ συνὼν δὲ τί πάθοις ἂν εἰκότως, ὃς ὃν
ἔμελλες φεύξεσθαι, τοῦτον ἠγάπας, καὶ ταῦτα μέλλων ἕτερον
ἀνιάσειν καλὸν κἀγαθὸν καὶ σώφρονα καὶ δυνατώτερον;

ἀλλ’,
ὦ φίλτατε Ἀνδρόνικε, παῦσαι μὲν τῆς πρὸς τὸν κύνα συνη-
θείας, εἰ μὴ πέπαυσαι· παῦσαι δὲ τοῦ πειρᾶσθαί με ἐνθένδε
κινεῖν. βούλευσαι δὲ περὶ τῶν πρὸς τὸν θεῖον βουλὴν ἀγαθὴν
ἀφείς με τῆς τοιαύτης διακονίας. ὁρῶ γὰρ ὡς ἐπί τι πρᾷον
τὸ πρᾶγμα βαδίζει.

Related Letters