Letter 401: When we heard your wife was ill, we shared your pain, imagining how you must feel as she suffered.

LibaniusAristainetos|c. 352 AD|Libanius
education booksgrief deathillnessproperty economics

Ἀρισταινέτῳ. (355)

Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦ-
μεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ
τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρι-
σταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν.

ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ
σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε
κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα

ἐκ τραγῳδιῶν εἰώθαμεν φάρμακα λύπῃ προσάγειν, πάντα ἐδό-
κεις μοι πάλαι τε εἰδέναι κἂν πρὸς ἄλλους εἰπεῖν.

ἐλογι-
ζόμην οὖν ὅτι, εἰ μὲν οἵα τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς
ἰάσῃ σαυτόν, εἰ δ’ οὐχ οἷά τε, καὶ παρ’ ἄλλου μάτην ἂν λέ-
γοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν
πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη.

ἠρξάμεθα
τῆς σ νουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν
Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ
δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπ ιδὴ ἀνέστην,
ἑπτακαίδεκα νέοι. Πλατῶν δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρη-
στός

ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρ-
ρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι
ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν
συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο.

καὶ ἔδοξα τοῖς μὲν
οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστ’ ἐν οὐ πολ-

λαὶς ἡμέραις πεντήκοντα νέων ἦν ὁ χορός. ἀριστᾶν δὲ οὐκ ἦν,
ἀλλ’ ἴδει πονεῖν εἰς ἑσπέραν καὶ ἐθαυμάζετο μετὰ τῶν ἄλλων
καὶ τὸ τῆς γαστρὸς κρατεῖν.

ἧκεν ὁ Στρατήγιος, καὶ ἐδε-
ξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσ-
φωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλ-
λοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς έαυ-
τόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτ’ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.

ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς
νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω
τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλ’ ἀγανακτῆσαί
τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων
οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτ
ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.

τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴ-
δοῦν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν
διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομί-
σθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ
αὐτῷ ἀποθάνῃ. ὁ δ’ ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα

ἐγνωκότες ἀναισχυντεῖ ἦσαν δὲ τρεῖς ἀντὶ τραπέζης λαμπρᾶς
οἱ τοῦτο ποιοῦντες, ἐνέδοσαν.

ἐγὼ μὲν οὖν ἀναπαύλης
ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν
τῶν οὐκ ἀνιέντων παρ’ ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμε-
νος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά.

ἀγωνίζομαι δή
τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο
ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενο-
μένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν
γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ
λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγ-
μάτα.

δείσας δὲ μὴ γυμνωθείη εἰσῆλθε μὲν ὡς καθέξων
τὰς ἀποστάσεις, ἐκίνησε δὲ καὶ τὰς οὐκ ἄν, εἴπερ ἐσίγα, συμ-
βάσας. ἐν γὰρ τοῖς προοιμίοις ἐδεῖτο ἐφεθῆναί οἰ τὸ τέλος
εἰπεῖν, Κυρίνου δὲ οὐ διδόντος ὑπερπηδᾶν αὐτὸς αὑτῷ τοῦτο
ἔδωκε. καὶ ἀπ’ ἐκείνης τῆς ἡμέρας κάθηται μόνος, ὅρκοι δὲ
καὶ ἀνάγκαι πᾶσαι καὶ δεσμοὶ καὶ ὅσα ἐπιστεύετο τηρήσειν
τοὺς Ἄους. ἐπατεῖτο καὶ μετέρρεεν.

ἐπὶ τούτοις γράμματα

βασιλέως ἀφικνεῖται κελεύοντά με ἀναστρέφειν, πρὸς ἃ ἀπε-
κρίνατο τό τε τῆς κεφαλῆς καὶ τὸ τῶν νεφρῶν νόσημα, ὡς
οὐκ ἂν δυναίμην. τοῦτο δὲ οὕτω θέμενος δείκνυμι λόγον περὶ
εὐφυίας, τύπος δὲ τῆς διαλέξεως, τὰ σὰ παιδικά. καὶ δευτέ-
ῥᾶς ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος.

τὴν μὲν
οὖν ἐπ’ αὐτῶ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν
εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος
καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.

Related Letters