Letter 402: Once again the wise Olympios is among you — once again those gatherings, dialogues, and banquets worthy of a written...

LibaniusThemistokles|c. 352 AD|Libanius
education books

Θεμιστοκλεῖ (355)

Πάλιν ὁ σοφὸς παρ’ ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλ-
λογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς
ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν,
σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πο-
λύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλ—
κῶν τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τρα-
πέζης τὴν ἀκρόασιν.

ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχ
ἴσως ἐπ’ ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόν-
τας ουκ ἀνιάσετε.

Related Letters