Letter 404: A man who receives a great gift from the gods and then thinks he has received only a small one wrongs those who gave it.

LibaniusPhilippus, poet|c. 352 AD|Libanius
friendship

Φιλίππῳ. (355)

Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰλη- 15
φέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μου-
σῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς
οὐ μέγα λαβόντας.

ἀλλ’ ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ

πάντα ἔθνη, κἂν εἴπῃς ποιητήν, σέ τις ἀκήκοε, μάχεται δὲ
οὐδείς· ἡμῖν δὲ ἀνταγωνισταὶ πλείους ἢ ὅσαι μυῖαι κατὰ
σταθμὸν ποιμνήιον ὥρῃ ἐν εἰαρινῇ.

ὅν δέ φημι σο-
φιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος
σοφιστῶν.

Related Letters