Letter 405: Since you began helping me long ago -- help through which I recovered what was mine -- a brief word will suffice.

LibaniusDatianus, consular|c. 352 AD|Libanius
education booksfriendshipillness

Δατιανῷ. (355)

Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθ’ ἣν ἐκομισάμην
τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μα-
κρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι
πολλῶν.

χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώ-
μην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον
ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ
γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκεί-
ὄις δὲ πικρὰν τὴν πατρίδα γινομένην.

ποιεῖ δέ σοι τοὺς
ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλὴ
μοι κατείληπται νοσήματι, δι’ ὃ πλέον οἴνου πίνω φάρμακον,
οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεί

τὸ ζῆν, τούτων ἀποκεκλείσμεθα.

μάρτυς δὲ ἡμῖν τῶν πα.
θῶν ὁ παλαίσας τοῖς πάθεσιν Ὀλύμπιος, ὁ σός τε ἑταῖρος καὶ
Ἱπποκράτους καὶ Πλάτωνος. οὗ δεδεήμεθα λαβέσθαι σου τῶν
γονάτων καὶ ἐπιδακρύσαι καὶ μηδὲν ἱκετείας εἶδος ἀφεῖναι.

τούτοις σε παρακαλῶ, πρὸς δὲ ἄλλον οὐδὲν ἂν γράψαιμι
τοιοῦτον λογιζόμενος, ὡς ἐθελήσας μὲν ἀρκέσεις καὶ μόνος,
οὐ βουληθέντος δὲ σοῦ καὶ τἄλλα μάταια.

Related Letters