Letter 425: The language of your letters convinces me that you are familiar with Plato.
Ἀρισταινέτῳ (355)
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ
Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα
πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ
συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ
Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον
ἢ τὴν γλῶτταν ὤνησο.
σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα
ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν
ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ
τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις,
αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.
ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’
ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ-
γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς,
ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον
εἶναι Κρότωνος.
τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κε-
φαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους
μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ’ ἔκει
τε μένει καὶ τούτους ἐπείληφεν.
ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη,
παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ
ίατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον.
καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι
οὐκ ἀνεχόμενοι.
θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ
χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Ματίου παρουσίαν.
ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε
πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο.
ἔπειθ’ ὁ μὲν ὑπὲρ τὸν
Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν,
ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ’
ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, ἇί
τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον.
ταυτὶ μέν,
ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων
ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων
φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν
ἀρχαίων, χρηστόν τι προλέγων.
τὸ πολὺ δὲ τῶν λόγων
Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ
παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς
ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος
ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ
γε παραπλήσιος οὗτος προσετίθετο ἄν.
ὡς δὲ ἐγέ-
νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον
ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν
τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις
συνεῖναι θαῦμα ἦν ἅτερος ἐπ’ ἀγορᾶς ὁρώμενος, καί τινα
σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω.
τὸν
θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ-
μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει
τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν
ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται.
Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα-
σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν
ἐκ ῾Pώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα-
θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν
ἥκων ἐπαινοῖ τὴν ἐν ῾Pώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ
Φασγανίῳ τις προσόμοιος, πύθοιο.
τοῦτο δὲ ἡμῖν ἐντι-
μότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέ-
γραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς
ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμε-
νος ὑγιαίνειν ἔσθ’ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ
ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ’ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθε-
νοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο
ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.
σὺ δ
αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἴως ἂν πάντα ἀκούσῃς — ὡς
πολλήν γε κομίζει διὴγησιν —ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν
ὑπὲρ τῆς ἀκοῆς
Related Letters
What a fine thing is about to begin -- something that deserves to be old rather than new: now Spectatus will be a...
I could have refuted you for writing that way -- not for complaining about the frequency of my letters, but for...
Everything would have come easily to Gymnasius even if he had stayed here with us.
I asked the noble Eusebius whether he counted you among his friends.
This man is the son of Himerius, nephew of Sopater, namesake of Iamblichus [the famous Neoplatonist philosopher],...