Letter 426: Every possible pressure and strategy has been brought against Daphnus -- Clematius has done everything, Apodemius no...

LibaniusAcacius Presbyter|c. 354 AD|Libanius
education bookshumor

Ἀκακίῳ. (355)

Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πείρα προσενήνεκται πάντα
μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα
δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Σrρατήγιος ἀκούσας εἶναί σοι
δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλεί-
πειν.

ἀλλ’ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων
καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ’ ἧς ἂν μὴ
πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ’ οὕτω λέλυται.
καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκο-
πουμένοις ἐφάνη λοιπόν.

Related Letters