Letter 427: I thought you had dropped your charge -- the one where you accuse me of writing too briefly.

LibaniusAndronicus, a general|c. 354 AD|Libanius
friendship

Ἀνδρονίκῳ. (355)

Ὤιμην σε πεπαυκέναι τῆς κατηγορίας, ἥν ὅτι σοι βρα-
χέα γράφω κατηγόρεις, σὺ δὲ ἔχῃ τῆς γραφῆς καὶ κατὰ τοὺς
ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν,
ἀλλ’ ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι
ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆ-
σθαι.

φέρε δή, πρὸς Δῖός, εἴ τῳ τῶν πάνυ σοι δυσμενῶν
ἐπέλθοι πέμψαι σοι μακρὰν ἐπιστολήν, τὸ μῆκος τοῦτο λύσιν

τῆς δυσμενείας θήσῃ, κἂν τἄλλα πάσχῃς κακῶς, ἢ τοῖς ἔργοις
αὐτοῦ κρινεῖς τὸν τρόπον, τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ;
ὥσπερ γάρ, ὦ ’γαθέ, μῆκος ἐπιστολῆς οὐ φιλίας ἔργον, οὕτως
οὐδὲ βραχύτης σημεῖον ἔχθρας.

σὺ δὲ καὶ τοῦ μήπω σοι
τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα
συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτ’ ἐκεῖνος πέπαυται τῆς
ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης
πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε
μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατε-
γνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν.

ὁ δὲ Αγα-
μέμνων τά τε ἄλλα ἦν, ὡς ἔοικεν, ἀγαθὸς καὶ ὅτι τὸν Ὀδυσσέα
παρ’ Ἀχιλλέως ἥκοντα οὐ πεπεικότα καὶ τοῦτο ὁμολογοῦντα
οὐδαμοῦ μέμφεται τῶν ἐπῶν, ὡς οὐ βουληθείη σύμμαχον
αὑτῷ τὸν ἀχθόμενον ἀγαγεῖν.

ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος
ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι
Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δ’ οἴει μετὰ τοῦ δα-
κτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε

τῆς οἰκουμένης καὶ μέσῃ τῇ πόλει καὶ ταύτῃ μεγάλῃ γίνεται
καὶ ὅθεν ἕτοιμον ἀρθῆναι φήμην.

εἰ δὲ οὐκέτι ταῦτα ποι-
εῖς, ἀλλ’ ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυ-
μεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ
δοῦναι δίκην, οὐ σὲ παρ’ αὐτῷ εὐδοκιμεῖν.

ἀλλὰ τὴν μὲν
δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες,
τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ
τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.

ἀρ-
χέτω μὲν ὁ βουλόμενος παρ’ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι
τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βα-
σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος
γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ-
ματι τὸ ἡσυχάζειν.

Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν,
καὶ ἀπαγγεῖλαι δύναιτ’ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε
καὶ ποικίλα.

Related Letters