Letter 430: Do you still remember me now that you have gone to Rome and are gazing at sights you never saw before, convincing...

LibaniusJovianus|c. 355 AD|Libanius
friendshipgrief deathhumor

Ιοβιανῷ. (355)

Ἔτι μέμνησαι ἡμῶν εἰς Ρώμην ἀπηρκὼς καὶ θεώμενος
οἵα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἐστι yfj αὕτη, ἀλλ’
οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν

οὐδέν· ἐν γὰρ τοῖς ἀρχαίοις ἡμεῖς καἰ οὐδενὶ καινῷ κατα-
φρονοῖμεν ἂν τῶν φίλων.

ἀλλ’ ἴσως οὐκ ὀρθῶς ἠρόμην.
σὺ γὰρ οὐδ’ εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἴσθ’
ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην
ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον.

ἐρᾷς γάρ, καὶ τὸ
πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σω-
κράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος.

ἔχεις
δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ
τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτ᾿ ἀκούειν
ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι.

τοῦτον ἥκοντα μὲν
εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπ’ ἀκρόασιν, καὶ ἦν
τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστε-
ρον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ
τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκού-
φιζε καὶ ἀπόντος ἡ παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν.

ἐπεὶ

δὲ ἀνέστην, ἵππος μὲν ἦν ἑκατέρῳ, ἐφερόμεθα δέ, εἰ ποι δε-
ήσειεν, ἀλλήλων ἐχόμενοι, παρὰ τοὺς ἄρχοντας, ἐπὶ λουτρὰ τί·
τε ἐν τῇ πόλει καὶ τὸ πρὸ τῆς πόλεως, ἀκούεις ἐκεῖνο τὸ μέγα
καὶ καλόν, ᾧ Δατιανὸς τὴν ἡμετέραν ἐκόσμησε.

τῶν δὲ
ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι
τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς άλλήλους φιλίᾳ
παρελθαίν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λα-
λεῖν.

ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ
οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ ποῦ δέ σου τὸ ἥμισυ;
γαῖ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ
ἐρώτημα.

τῶν Κληματίου δὲ κάλλιστον τὸ πάντας μὲν εὖ
πεποιηκέναι τοὺς τῇδε, χάριν δὲ ἀπαιτῆσαι μηδένα. οἶσθα
γὰρ ὡς, ἡνίκα ἦν τῷ χρηστῷ Παλλαδίῳ συνεργός, πᾶν λυπη-
ρὸν τοῖς ἐμοῖς πολίταις ἐκ τῆς τοῦδε γνώμης ἐκωλύετο, ὧν
οἱ μὲν ἠξίουν μεμνῆσθαι, τῷ δὲ ἐδόκει πρέπειν ἐπιλελῆσθαι
καὶ διὰ τοῦτ’ ἄρα τοὺς τόπους ἔφευγεν, ἐν οἶς ἐπιεικῶς οἱ
σύλλογοι, τοῦ μὴ ἐρυθριᾶν ἐπαινούμενος.

τούτου δὲ ἐκεῖνο
σεμνότερον τὸ μηδὲ παρὰ τῶν ἀρχόντων οἴκαδε κέρδος ἐνέγ-
κασθαι, καίτοι οὐκ ἐνοχλήσαντα ἔχειν ἴδει, ἀλλὰ καὶ δοῦναι
δεομένων μὴ ἀτιμάσαι. ὁ δ’ ἔοικε μᾶλλον δύνασθαι λιμὸν

ἐνεγκεῖν ἢ λαβεῖν ὄθεν οὐ πάνυ καλόν. καὶ μάλιστα ὧν ἴσμεν
τὸ μὴ κερδαίνειν κέρδος ἡγεῖται.

τοιοῦτος δὲ ὢν αὑτοῦ
σὲ βελτίω τίθησι καὶ παῖδας αὑτῷ σοὶ γενέσθαι προσομοίους
εὔχεται. καὶ τοσοῦτόν ἐστι τὸ φίλτρον, ὥστ’, εἴ αὐτὸν ἔροιτο
θεῶν· ὦ Κλημάτιε, δέδοκται ἡμῖν ἀθανασίας σοι
μεταδοῦναι, ὑφορώμεθά μὴ τυχὼν εἶτα καὶ
ἄλλῳ δοῦναι δεηθῇς· εἰ οὖν ἀπόχρη σοι μόνῳ λαβεῖν,
ἀποκρίνου, δοκεῖ οὖν μοι ταῦτ’ ἂν ἀκούσας, εἰ μὴ μετὰ σοῦ
τοῦτο ἐξείη λαβεῖν, μηδ’ ἂν αὐτὸς ἐθελῆσαι λαβεῖν.

οὕτως
ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι
δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως <μὴ> κινήσετε
τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ
μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκη ἔστω.

γελᾶτε, ὦ
βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλ’ ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φί-
λῶν φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι
δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει.

Related Letters