Letter 433: I have always admired your goodwill toward me, and I could never convince myself that you did this without some god...

LibaniusAnatolius, Constantinopolitan|c. 355 AD|Libanius
friendship

Ἀνατολίῳ (355)

Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ
καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του
κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι
φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν
κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου
μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.

ἄλλῳ
μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον
ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις
ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.

πολλῶν οὖν ᾤμην
σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς
εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού-
λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο,
εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.

νῦν μὲν
οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου-
σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.

πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ

κοινοῦ. συνευξάμην ἄν σοι oἴκοι καθημένῳ κτήμασι τέρπεσθαι
καὶ Βηρυτῷ τῇ παγκάλῃ · νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι
τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο
μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν
ἀρχῆς εἰς χεῖρας ἐλθούσης.

αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως
δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως
ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν-
θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε.
τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ
ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι·
ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα-
λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.

καίτοι σκόπει,
τόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, δι’ ἣν ἤδη
μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς
τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ
παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέ-
γιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσή-
καμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ
πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον.

Related Letters