Letter 435: We ask everyone who comes from your region how your health is.

LibaniusPalladius, official|c. 355 AD|Libanius
illness

Παλλαδίῳ. (355)

Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι
τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή

τοῦτο γὰρ κἂν πρὸς ἄλλους εἴποιμεν.

ἀκούοντες δὲ ὡς ἔρ-
ρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι
κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίη δεό-
μενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νο-
σήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γρά-
φεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας
προσάγων.

ἀλλ’, ὦ πρᾳότατε, μήτ’ ἐμὲ περιίδης ἐκ τῆς κλί-
νης ἀποσπώμενον τῷ τε ὁριστῷ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνά-
ξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖ-
νον ᾄσαντα.

τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι
τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ
τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Δῖός τὴν φρένα τέρπειν μᾶλ-
λον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.

Related Letters