Letter 446: Clematius struck us as far more admirable -- not because he picked up rhetoric in Rome, as he imagines, but because...

LibaniusDatianus, consular|c. 356 AD|Libanius
education books

Δατιανῷ. (355)

Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν
ἀπὸ τῆς 'Pώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλ’ ὅτι τἄλλα πάρ-
εργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπ’ ἀμείνοσι
μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν δι’ εὐφημίας ἔχειν
τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἴμαι, τὸ ψέγειν τοῖς τοῦτο
ποιοῦσι κακόν.

ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν
τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς
πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελ-
τίω παρεχούσης

Related Letters