Letter 463: The friendship I have formed with your son is the most pleasant thing in the world to me — for besides being a...

LibaniusMarkianos|c. 358 AD|Libanius
friendshiptravel mobility

Μαρκιανῷ. (355/56)

Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων
ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς
ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖ-
νόν μου φιλίας οὐχ ἧττον καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος

ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὶν ἢ
πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω.

εἰ δὲ σὺ μὲν πά-
λαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν
ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μα-
κρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους,
τὸ ταμιεῖον τῶν λόγων.

ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν
Μόρων χορός, πάντες ἄκροι, ἐν οἶς οἶδα ὅτι σὺ τὴν νόσον
ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν
Φοινίκη νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος.

ὁ δέ
σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων.
ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ
πανήγυρις τῇ Βηρυιῷ.

Related Letters