Letter 471: I admit I don't write often.

LibaniusThemistios|c. 359 AD|Libanius
imperial politics

Θεμιστίῳ. (356)

Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρ’ ὑμῖν. Με
καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ
με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνω-
σται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν
οἴεσθε.

εἶθ’ ὑμεῖς μὲν ἐπ’ ἀγορᾶς δείκνυτε τὰ γράμματα,
πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγεί-
ρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδά-
ξει.

τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέο-
μαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς
μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι
φαίνῃ τῶν φίλων.

ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολ-

λοῖς δοκούντων ἀγαθῶν οὐδὲν οὐδεπώποτε ἐπῆρε, πάλαι μὲν
ᾔδεις, νῦν δὲ οὐ βούλει καίτοι μοι πολλάκις ἐπιτιμῶν ὅτι
τὰς τῶν ἀρχόντων δυνάμεις οὐκ ἠξίουν θεραπεύειν, ὃ τοσούτῳ
νῦν πλέον φυλάττεται, ὅσῳ προστίθησιν εἰς τὸ θαρρεῖν ἡ πα-
τρίς.

καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυ-
χίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρη-
μένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλα-
γάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας
γένωμαι.

Related Letters