Letter 472: What have you done, Andronicus?

LibaniusAndronikos|c. 359 AD|Libanius
travel mobility

Ἀνδρονίκῳ (356)

Οἶον ἔδρασας, Ἀνδρόνικε; σοὶ μὲν ἐγὼ γέγραφα, σὺ δὲ
ἑτέροις ἔδειξας, οἱ δὲ εἰς τοὺς ἐνθάδε ἐξήνεγκαν, καὶ γέγονας
ἡμῖν ἀρχὴ πολέμου. εἶτα τοιαῦτα ἁμαρτὼν ἀφεὶς παραιτεῖ-
σθαι ἐγκαλεῖς καὶ πονηρὸν ἴσως καλεῖς, ὅτι σοι τὴν δι’ Ἅρ-
μάτος γράφω δέον θαυμάζειν ὅτι σοι γράφειν ἐτόλμησα.
2 εἰ μὲν οὖν ἀλλὰ Ἀττικοὶ τὰ Ἐλευσίνια, πάλιν
ἐπιστελοῦμεν· εἰ δὲ προθήσεις πρόσθε τῶν Ἐπωνύμων τῷ βου-
λομέιῳ μαθεῖν, ὁμολογήσεις τῆς σιωπῆς ἡμῶν ἐρᾶν.

Related Letters