Letter 473: If you have met Clematius, then presumably, having been invited to the wedding, you already know the whole story.

LibaniusSilanos|c. 359 AD|Libanius
friendship

Σιλανῷ. (356)

Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ
τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δ᾿ οὔπω τοῦτο γέγονεν,
ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω
με φήσεις, ἀλλ᾿ ὑπὲρ τὸ μέτριον σπουδάσαι.

ὅσοι δὲ ἡμῖν
οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι
μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν·
εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ
γνώσονται ὡς οὐ πάντως παρ᾿ ἡμῖν ἡ μέμψις.

ὃ δὲ πολλάκις
ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν
μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις,
τούτων κοινωνήσεις.

Related Letters