Letter 478: Why I was reluctant to write, you learned from the letter I sent through the sons of Bassus — if you received it.

LibaniusThemistios|c. 359 AD|Libanius
travel mobility

Θεμιστίῳ. (356)

Δι’ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν
γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων
ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ δι’
ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι.

ὅτι
μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς
σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα
τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμ-
φοῖν ἐμὲ τὸν συνάγοντα εἶναι.

Μάλχος μὲν οὖν πλήρης
ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρ’ ἐμοῦ δεξάμενος,
τοὺς δὲ παρ’ ἄλλων, οἳ παρ’ ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι·
περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος,
ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός.

ποίει δὲ τὴν πόλιν
αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ. μᾶλλον δέ,
οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλ’ ἢν ‘ὲν τοῦτο χαρίσῃ τὸ νο-
μίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ
μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ.

Related Letters