Letter 479: Malchus admired me, and I grew fond of Malchus.

LibaniusAndronikos|c. 359 AD|Libanius
friendship

Ἀνδρονίκῳ. (356)

Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ
οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, <ποίει σὺ> μεθ’ ἡμῶν
τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ
συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ
καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει
δύνασαι.

Related Letters