Letter 485: Even if you had sent a letter without actually helping me, you would have been counted among those who showed the...
Δατιαμῷ. (356)
Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα
ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν
δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν,
τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ
λύραν.
οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν,
ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος
οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν
ἀσφάλειαν ἔστιν ἔφην.
ἀπορούντων δέ, ὅ τι μοι νοοῖ
τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην
τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπι-
λέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἴσωσεν
ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυ-
μένην. ἀλλ᾿ οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους
ἐξαιρήσεται κακῶν αὐτὸς τἀ αὑτοῦ ζηλῶν.
ἐμοὶ μὲν
οὖν ἐπ’ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώ-
σεῖς· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄ-
νεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε κα-
λῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίο-
χος ἡγεῖται.
τοῦτ’ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος
τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ
τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ
κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.
Related Letters
I'm delighted that your first letter came to me, and I earnestly ask that you not abandon this gracious habit.
From Letter 24
Zeus, how can this be right?
Leontius never delivered the letter.
This letter spans several pages and is heavily interspersed with critical apparatus.