Letter 499: Leontios saw my brother in the evening and said you had sent me a letter through him, but the next day he was...

LibaniusAristainetos|c. 361 AD|Libanius
friendshiphumor

Ἀρισταινέτῳ. (356/57)

Λεόντιος ἑσπέρας ἰδών μου τὸν ἀδελφὸν καὶ φήσας σε 15
ἐπεσταλκέναι μοι δι’ αὐτοῦ τῆς ὑστεραίας θεατὴς ἦν ἁρμά-
των ἁμιλλητηρίων, ἐμοῦ δὲ ἐπελέληστο Γυμνασίου δὲ ἐπει-
γομένου καὶ μὴ λαβόντα ἐκεῖνα γράφειν ἴδει. τίς γὰρ ἂν ἦν
ἐκείνῳ λόγος ἢ ἐμοὶ δι’ ἐκείνου;

τούτῳ τοίνυν πρὸς τοῖς

ἔμπροσθε ἐκείνιος ἐγὼ μὲν οἶδα καὶ τῶν νῶν χάριν, αὐτὸς
γὰρ ἦν ὅσπερ ἔμπροσθεν, δεῖ δὲ καὶ ὑμᾶς εἰδέναι δημοσίᾳ.
τὴν γὰρ πόλιν ὑμῖν ἀπέφηνε θαυμαστὴν ἐκ τῶν αὑτοῦ
τρόπων τῷ κοινῷ δόξαν περιθείς. ἔφυγέ τε γὰρ οὓς ἔδει
φυγεῖν ἐχρήσατό τε οἷς μὴ χρώμενος ἂν ἠδίκει. δυνάμεως
δὲ ἧς ἤλπιζέ τε καὶ δικαίων παρὰ τῆς Τύχης ἐγέλα-
σεν, οὐκ ἐταράχθη.

κομίζει δέ σοι καὶ οὗτος διήγησιν
πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφ’ οἷς δέομαί σου
μηδὲν ἀλγῆσαι, ἕνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ἦς τῷ
φίλῳ· ὡς ἔμοιγε πίσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παρα-
στήσαντά μοι δόξαν ὅτι λυπήσει

τὰ μὲν οὖν τῶν πολιτῶν
πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ
τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν
μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς
τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνω-
ρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι
τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.

ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ
παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ
ἀκούει κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς
ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρό-
ποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ.
χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ ποιοῦσιν αἰσχύνε-

σθαι· ποιοῦντες γὰρ ἐξαρνοῦνται.

ταυτὶ μέν σοι παρ’ ἡμῶν
εἰ δ’ ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὶν
ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.

Related Letters