Letter 500: You promised to let me know what state you found your household in, and yet you have written nothing.

LibaniusClematius|c. 361 AD|Libanius
education booksimperial politics

Κληματίῳ. (356/57)

Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις
ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων
ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ
συνήσθημεν ἢ συνηυξάμεθα ἄν.

ἀλλ’, οἶμαι, γράμματα
πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα
δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος.

ἀλλ’ ἐπίστει-
λόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι μεθ’ οὗ
βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ παάυ-
ματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.

Related Letters