Letter 504: I was sitting with my uncle in conversation when someone walked up and handed him a letter.
Ἀνατολίῳ. (356/57)
Παρεκαθήμην τῷ θείῳ καὶ διελεγόμην, καί τις ἐπιστὰς
ἔδωκεν ἐπιστολὴν ἐκείνῳ, καὶ τὸ δοθὲν ἔλκει μου τὼ ὀφθαλμὼ
πρὸς αὑτό, καὶ τὸ σὸν ὄνομα ἐφαίνετο.
ἠρόμην οὑν αὐτόν·
ποῦ δὲ τὰ πρὸς ἐμὲ γράμματα; νομίζων οὐκ ἄν σε ἐτέ-
ροις γράφοντα μνήμην ἡμῶν μὴ λαβεῖν. ὁ δὲ ποῖα ἔφη
γράμματα;σοὶ γὰρ ἔρχεται δι᾿ ἡμῶν οὐδέν:
ἐνεθυ-
μούμην οὖν ὅτι πλάσμα ἦν ἅπαν ἐκεῖνο καὶ ὁ σὸς ἔρως λόγος
ἦν, οὐκ ἔοως. εἰ γὰρ δὴ φὴς ὅτι αὐτὸν οὐκ ἐπιστείλας
ἔπαυσα ἐγώ, τούτῳ δεικνύεις αὐτῷ τὸ μὴ πολὺν ἐν σοὶ γενέ-
σθαι τὸν θεόν εἰ γὰρ ἦν, ὃ πολλάκις ἔλεγες, πολύς τε καὶ
ἰσχυρός, οὐκ ἄν ποτε ἐκινήθη φαύλη προφάσει.
νῦν οὖν
ἄνω ποταμῶν· σὺ μὲν ὑπερορᾷς, ἐγὼ δὲ ἐρῶ. καὶ μεταπεσόν-
τος ὀστράκου φεύγεις, ἐγὼ δὲ ὁ διώκων εἰμί.
παραμυθεῖται
δέ με τὸ μετὰ πολλῶν μὶν ἐθνῶν, πολλῶν δὲ πόλεων, πλείστων
δὲ ἀνθρώπων ὑβρίζεσθαι. εἰ γὰρ οἱ μὲν εὔχονταί σε λαβεῖν
ἡνίοχον, σὺ δ’ ἐξὸν ἄρχειν οὐκ ἐθέλεις. ἀλλὰ μᾶλλον τρυφᾶν
ἢ πονεῖν, καὶ καθεύδειν ἢ εὖ ποιεῖν, πῶς οὐ πάντα μικρά σοι
νενόμισται;
ἀλλὰ γὰρ οὐ καλῶς ἔοικα ῥητορεύειν, εἰ δυσ-
χεραίνων σου τὴν ὑπεροψίαν ἀφ’ ὧι ἔσται μείζων λέγω· τοι-
οῦτον γὰρ τὸ φάσκειν εἰς σὲ κεχηνέναι τοσούτους. 7, ἕν’ οὖν
μὴ τοῦτο 7], μάνθανε ὡς οὐ πᾶσιν ἀρέσκεις. οἷς γὰρ αἱ τῶν
ἄλλων συμφοραὶ πρόσοδοι, κἂν ἀποτεμόντες σε φάγοιεν ἂν
ἡδέως, θαυμαστὸν δὲ ἴσως οὐδέν. καὶ γὰρ οἱ λύκοι μισοῦσι
τοὺς κύνας.
Related Letters
To sin after receiving the most generous gifts of God's grace — and to do so on a scale greater than one's ancestors...
That was unmistakably your letter.
Right now we are exerting ourselves over a matter of the greatest importance, and if you are willing, you will have...
I write to you often, and I rather wish you would not write back.
May your sacrifices go well, and may you find favor with the gods -- with the leader of the Muses and with the god...