Letter 509: You have Spectatus in your hands -- the man you have been longing to get hold of.

LibaniusClematius|c. 362 AD|Libanius
imperial politics

Κληματίῳ. (356/57)

Ἔχεις ὑπὸ χεῖρα Σπεκτάτον, ὃν ηὔξω λαβεῖν. μὴ τοίνυν
πρὸς τὴν ὄψιν μαλακισθῇς, ἀλλ’ ὅσα ἠπείλεις ἐπιτέλει βοῶν,
ἕλκω ἄγχων, καταφιλῶν μετὰ θυμοῦ· τοιάσδε γὰρ οἶσθα
παρὰ τοῦδε δίκας λαμβάνειν.

σεμνότερος δὲ ἥκει σοι τὸν
πόλεμον καταλύσας καὶ καθίσας ἡμῖν ἐν τῷ θεάτρῳ τοὺς
δεινοὺς ἐκείνους τοξότας, ὥστ’ εἰκὸς αὐτὸν ἔσεσθαι μείζω
παρὰ τῷ βασιλεῖ δυνηθέντα τῇ γνώμη πλέον τῶν ὄντων.

εἰ

δὲ σὲ μὶν λέγων φιλεῖν οὐ ψεύδεται, παρ’ ἐκείνου δὲ οὐδενὸς
ἀτυχήσει, κώλυμα οὐδὲν ὧν ἐπιθυμεῖς ἔσται σοι. εἰ δὲ δεῖ σε
καιρῶν ἀπολαῦσαι. τὸν ὕπνον ἀποθέμενος ἀνίστω.

Related Letters