Letter 516: Dulcitius belongs to the powerful faction, as you well know, but he would rather earn your esteem through decency...

LibaniusCataphronius|c. 363 AD|Libanius
friendship

Καταφρονίῳ. (356)

Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα
συμμορίας, βούλοιτο δ’ ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι
δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν.

γινέσθω δέ σοι ση-
μεῖον τὸ τοῖς παρ’ ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν
ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν
καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδού-
μένος ἢ τοὺς ἄρχοντας φοβούμενος.

ἐγὼ μὲν οὖν οἶδα
τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δ’ εἰ τοῦ λαβεῖν
ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι
τοὺς Αἰγυπτίους ὡς ἄρα αὐτὸν ἐπίστασαι.

Related Letters