Letter 530: Right now we are exerting ourselves over a matter of the greatest importance, and if you are willing, you will have...

LibaniusAnatolius, Constantinopolitan|c. 364 AD|Libanius
education booksfriendship

Ἀνατολίῳ. (356)

Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βου-
ληθεὶς τὰ μέγιστα ἔση δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνή-
σεῖς καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς
μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω
δόξαν φέρει.

σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμ-
μαχεῖν. ἕλκεται παρ’ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς
πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε
πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων
καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ’ ἐκείνῳ προτρε-
πέτω.

φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν
προστεθεικώς. τοῦτ᾿ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ
καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς
τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω ·μὲν αὐτὰς ἔχων, προτείνας δὲ
οὐδαμοῦ.

οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει
συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ
μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν
λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ
ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν

ἐκέλευσεν ἐμέ, πέμψαι δὲ ὤκνησεν αὐτὸς ‘ὲν τοῦτο μόνον
ἁμαρτάνων, ὅτι ῥήτωρ ἐστὶν ἄτολμος.

σὺ δὲ καὶ τοῦτο
αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν
ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.

Related Letters