Letter 539: My cousin established the games in honor of Olympian Zeus some time ago.

LibaniusAntiochus|c. 365 AD|Libanius
barbarian invasion

Ἀντιόχῳ. (356/57)

Τῷ μὲν Ὀλυμπίῳ Διὶ πάλαι τὸν ἀγῶνα τέθεικεν οὑμὸς
ἀνεψιός, νῦν δὲ εἰς λειτουργίαν εἰσῆλθεν, ἧς οὐκ ὀλίγα μὶν
ᾔδει, τὸ δὲ ἐν πλείστῃ σπουδῇ τὰ τῶν ἀνθρώπων ἀγωνίσματα
πρὸς τὰ θηρία.

δεῖ δὲ θηρίων ἡμῖν οὐ νυσταζόντων καὶ
θαρρεῖν παρεχόντων τοῖς ἀπαντῶσιν, ἀλλ’ ἐφ᾿ ἃ διήσει πολλῆς
σοφίας τῷ γε οὐχ ἁλωσομένῳ. τοιαύτας δὲ ὑμῖν τὰ ὄρη
τρέφει τὰς ἄρκτους δεινὰς ἐπινοῆσαι καὶ ἑλεῖν. τὸ δὲ τὰς δει-
νὰς ἑλεῖν διαφυγεῖν τὴν χάριν ἔχει τῷ θεάτρῳ. οὔσης δὲ ἡμῖν
εὐθήρου τῆς χώρας εἰσί σοι θηραταὶ πολλοὶ καὶ ἐπιστήμονες,
οἷς ἡγοῦμαι τέρπεσθαι καὶ Ἄρτεμιν.

ποίησον δὴ ἡμῖν
λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ

τοὺς μὲν παρ’ ὑμῖν γεωργοὺς ἀπάλλαττε φόβου, τοῖς δὲ παρ’
ἡμῖν κυνηγέταις ἔπαγε φόβον καὶ γίγνου πρόθυμος εἰς τοὺς
οἰκείους.

ἔπρεπε δὲ σοὶ μὲν παρ’ ἐμοῦ περὶ τούτων ἐλθεῖν
ἐπιστολὴν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς
ἀρίστης Βασσιανῆς.

Related Letters