Letter 548: If I were to tell you who Letoius is by birth, who he is by character, and what he is to me, I would end up teaching...

LibaniusAndronicus, a general|c. 366 AD|Libanius
friendship

Ἀνδρονίκῳ. (357)

Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς
τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ·
τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ.

διὸ δὴ λέγε μὲν
αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε
ἐμοῦ καὶ τοῦ θείου πάνυ γὰρ οἶδε τά τι ἐμὰ πράγματα καὶ
τὴν εὐπραξίαν ἐκείνου.

Related Letters