Letter 560: That letter of mine was old and written as a joke.

LibaniusCongregation of Assurae, Concerning Fortunatianus, Formerly Their|c. 367 AD|Libanius
humor

Φουρτουνατιανῷ. (357)

Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν.
ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν
ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους
πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ’
ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ
πρᾶγμα εἴη.

καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φὴς
εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ
δὲ λυσιτελούντως διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω

τῶν λόγων, οὓς εἰρῆσθαί μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆ-
σθαι.

τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν
ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου
τιμιώτερος.

Related Letters