Letter 582: I received your letter through Thorax.

LibaniusAlkimos|c. 369 AD|Libanius
friendship

Ἀλκίμῳ. (357)

Ἔλαβόν σου διὰ Θώρακος ἐπιστολήν, γράμματα δὲ ἐπ
ἐκείνη δώσειν εἰπών, ἀφ’ ὧν ἂν ἦν μοι μαθεῖν, ὅ τι δεῖ σοι
πραχθῆναι, μόλις μὲν ἐντυγχάνει, δίδωσι δὲ οὐδὲ τότε.

ἐκείνων μὲν οὖν ἢν λάβω, φανοῦμαί σοι τοιοῦτος οἷον
ἐλπίζεις· τῶν ἄρκτων δὲ ἡμῖν ἡ πόλις ὑμῶν μεταδότω. σοὶ
δὲ διαλεγόμενος περὶ ὧν δεῖ γενέσθαι παρὰ τοῦ κοινοῦ τάχ’
ἴσως οὐχ ἁμαρτάνω· πειθομένην γὰρ ἔχεις καλῶς ποιοῦσαν
τὴν πόλιν.

ἐνθυμοῦ δὲ ὅτι τὸ αὐτὸ καὶ ἡμῖν καὶ ὑμῖν
οἴσει κρότον, ἡμῖν μὲν ὡς σπουδῇ χρησαμένοις <εἰς> τὸ
βεῖν, ὑμῖν δὲ ὡς ἄνευ φθόνου δεδωκόσιν. ἡδὺ δέ που τὸ τῆς
ἄρκτου θαυμαστὰ ἐργαζομένης τὸν ἐρόμενον, πόθεν δὲ αὕτη;
παρὰ Βιθυνῶν ἀκοῦσαι.

Related Letters