Letter 626: The boy came in the late morning bringing the books, just when I was about to deliver a speech the next day and the...
Παλλαδίῳ. (361)
Περὶ δείλην πρωίαν ἦλθεν ὁ παῖς κομίζων τὰ βιβλία
μέλλοντί μοι τῆς ὑστεραίας ἐρεῖν, καὶ οἱ δαιτυμόνες ἐκέκληντο.
χρηστὸν οὖν μοί τι δηλοῦν ἐδόκει τὸ παρ’ ἀνδρὸς λόγους
ἐργαζομένου λόγους ἀφῖχθαι δείξοντι λόγους. καί μέ τις ἀμεί-
νων ἐλπὶς ἔχει, θεὸς δὲ οἶδε τὸ μέλλον.
ἢν οὖν ἀπέλθωμεν
ἐκ τοῦ ἄθλου, τῶν Ἀριστείδου τε καὶ τῶν σῶν ἑξόμεθα καὶ
κρινοῦμεν τὰ παλαίσματα. καίτοι τὸ Ἀριστείδην φέρον σαπρὸν
ὑπὸ τοῦ χρόνου καὶ τὰ πρῶτα δοκεῖν, ἐστὶν ἔχειν οὐκ ἔχειν·
οὕτως ἡ μέν τις συλλαβὴ φαίνεται, τὴν δὲ ζητῶν οὐκ ὄψει,
ἀλλὰ δοκῶν εὑρηκέναι τὸν Θερσίτην ἐγὼ τοῦ ζητεῖν ἔτι τὸν
Θερσίτην οὐκ ἀπηλλάγην.
Ἀδριανὸς δέ σε οὐ διαπέφευγε
μέν, ἀλλ’ ἐκεῖνος ἐν τῇ σῇ κεῖται χειρί. κατέμεινε δέ, ὅπως
ἀεί σου δεοίμην καὶ ἔχοις, ὅ τι χαρίζοιο. καίτοι τοῦτο οὐκ
ὀρθῶς κεκόμψευται. πολλὰ γὰρ ἐν Ἀντιμάχοιο, κἂν
πέμπῃς καθημέραν, οὐδέποτε τὰ δοθέντα τῶν οὐ δοθέντων
ἱστᾶι πλείω.
περὶ δὲ τοῦ λόγου σου τὰ δίκαια ψηφιοῦμαι
καὶ ταῦτα δικάζων ἀνώμοτος.
Related Letters
The difficulty you are experiencing in maintaining the disciplines you have chosen is not a sign that you chose...
The priesthood is a sacred trust, not a career.
God's judgment is certain, and no amount of cleverness or delay can avoid it.
Prayer is not the manipulation of God but the alignment of our will with his.
To Παλλαδίῳ. (361)