Letter 641: To Βασιλείῳ. (361?)

LibaniusBasileios|c. 375 AD|Libanius
friendshiptravel mobility

Βασιλείῳ. (361?)

Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων
καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος

καὶ πολλῶν ἐτῶν ἀντάξιος καὶ πάσης ἑορτῆς ἡδίων. ἀλλ’,
οἶμαι, πολλοῖς ἂν ἄνθρωπος ἐκκρουσθείη σπουδῆς ἄλλως τε
καὶ ἐν πόλει τοσαύτῃ καὶ κλύδωνι μεγάλῳ τάχα που καὶ ἡμᾶς
περικλύζοντι.

δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμ-
μάτα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς
οὐ σὺ παρ’ ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς
ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν
φιλεῖν.

Related Letters