Letter 644: To Φουρτουνατιανῷ. (361)
Φουρτουνατιανῷ. (361)
Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἱ τὰ μὲν
παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ πὰρ
ἐκείνων ὥστε σοὶ φέρειν οὐδ’ ἂν ἀναγκαζόμενοι λάβοιεν.
ἴγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστεί-
λας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν
κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν
ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι.
τοιαῦτα ἐκείνου λἐ-
γοντος ἧκεν ἐπιστολὴ δευτέρα Κέλσου μέσου τῶν ἐπιστολῶν
ἥκοντος περὶ μὲν γὰρ ἐκείνης ἤκουε παρ’ ἐμοῦ, ταύτην δὲ
ἐνεχείριζεν αὐτὸς ἐν βαλανείῳ περὶ μεσημβρίαν ’ τοιαῦτα γάρ
μοι νομοθετεῖ τῆς κεφαλῆς ἡ νόσος.
θαυμάζω δὲ εἰ τὸ
τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ
ἐννοῶν ὅτι τοῦτ’ αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν
νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν,
ἀλλ’ ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν.
ὥσπερ οὖν
ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν
κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος Μὁε
σοὶ δ’, εἰ μὲν ἀνθ’ ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυ-
τὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευ-
rέρα τῶν φίλων, ἴργῳ δεῖξον.
Related Letters
"Now let Earth know this, and the broad sky above" — and I will add, if you like, the Styx and all the other gods —...
We are truly in a desert with you gone — or rather, in something worse than a desert.
I was delighted by the letter from our friend that you wanted me to read, and please believe me when I say I wasn't...
It serves the public interest that greater responsibilities have been entrusted to you.
...is there really anything in my words that can soothe your ears or serve as medicine for your mind?