Letter 652: You acted, noble friend, using wisdom on behalf of truth.

LibaniusTo the same person (2)|c. 376 AD|Libanius
illnessimperial politics

Τῷ αὐτῷ. (361)

Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ὰλη-
θείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν,
ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς.

δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ’ ἐμοῦ
μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα
ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνον-
τος οὐχ ἧττον.

οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ
νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι
δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν
παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.

ποιήσει δὲ αὐτὸν
τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολί-
ταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν
δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ ’κείνου χρῄζειν.
ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν
ἔχειν εἰς παιδὸς δύναμιν.

αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρω-
πον, ἀλλ’ ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πει-
ρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις
καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πε-
ποιῆσθαι.

νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν
τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις,
ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ
θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις

Ὑπερέχιον εἶδες σὺν κόσμῳ τοὺς ἐπαίνους πληροῦντα.

ἐκεί-
νων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ
νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν,
οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.

Related Letters