Letter 660: To the same [Italicianus].

LibaniusTo the same person (2)|c. 377 AD|Libanius
education booksfriendshipimperial politics

Τῷ αὐτῷ (361)

Καὶ Πισιδῶν ὅτιπερ κεφάλαιον Φαυστἱνος οὑτοσὶ καὶ
τῆς περὶ ἡμᾶς νεότητος. τὰ μὲν οὖν οἴκοι ὄντα αὐτῷ καὶ

παρ’ ἄλλων ἂν μάθοις, γένους περιφάνειαν, ἐν λειτουργίαις
λαμπρότητα, τὸ ἀντὶ τείχους τῇ πόλει τοὺς τούτου γεγονέναι
τε καὶ εἶναι προγόνους, τὰ δ’ ἐν τοῖς ἡμετέροις ἱεροῖς ἐγὼ
φρέσαι δίκαιος.

ζῶν γὰρ ἐν καθεύδουσι νέοις καὶ οἰομἐ-
νοῖς οὐδὲν εἶναι τοὺς λόγους ὡς τῆς ψυχῆς ἑτέρων
οὐκ ἐδέξατο τῇ ψυχῇ τήνδε τὴν δόξαν, ἀλλ’ ἡγησάμενος τοὺς
παιδείας ἀμοίρους οὐκ ἐν ἀμείνονι τάξει τῶν ἀνδραπόδων
εἶναι θέατρα μὲν καὶ μίμους καὶ τὴν περὶ ἵππους μανίαν
ἑτέροις ἀφῆκεν, αὐτὸς δὲ τὸ μὲν σῶμα τοῖς πόνοις ἔδωκε.
τὴν ψυχὴν δὲ ἀπειργάσατο καλλίω προθύμοις μὲν διδασκάλοις
ἕρμαιον ὤν, οὐ τοιούτοις δὲ ἄχθος τῶν πόνων ἀνάπαυλαν
αὐτοὺς νομίζων τοὺς πόνους.

ἐν δὴ τοῖς εἰρημένοις ἔχεις
δήπου καὶ τὴν σωφροσύνην καὶ τοῦ καθ’ ἡμέραν βίου τὸν
κόσμον ὡς ὅστις αὑτὸν ἐξήρτησε βιβλίων, οὗτος αὑτὸν ἀπέ-
στῆσε κακίας

εἰ μὲν οὖν ἢ ὁ πατὴρ αὐτῷ περιῆν ἢ ὁ
πάππος μὴ ἦν ἐλάττων τοῦ γήρως, παρῆλθεν ἂν καὶ τοὺς
παιδευτὰς ἐν προιόντι τῷ χρόνῳ· νῦν δέ, δεῖ γὰρ αὐτὸν τὰ
αὑτοῦ σώζειν ἤδη, δακρύων μὲν ἀποστερεῖται τοῦ πλείονος.

ἔχει δὲ ῥώμην ἀρκοῦσαν μὲν δίκαις, ἀρκοῦσαν δὲ μείζω
ποιῆσαι πατρίδα.

προσγέγονε δὲ καὶ τὰ ἀπὸ τοῦ δαίμονος
εὖ ποιοῦντα. σοῦ γὰρ ἄρχοντος ἀνάγκη τοὺς ἐμοὺς ἑταίρους
ἐξ οὐρίων φέρεσθαι τῆς Ἀθηνᾶς λυσιτελοῦντα πεμπούσης
ἄνεμον.

Related Letters