Letter 664: What people on shore feel when they watch others sailing through a storm — imagining the waves crashing against...

LibaniusOulpianos|c. 377 AD|Libanius
education books

Οὐλπιανῷ (361)

Ὅπερ οἱ τοὺς ἐν χειμῶνι πλέοντας ἀπὸ γῆς ὁρῶντις
πάσχουσι καὶ τὰ κύματα τοῖς αὑτῶν ἡγοῦνται προσπίπτειν
σώμασι, τοῦτο καὶ ἡμεῖς λογιζόμενοι τὸν καιρόν, ἐν ᾧ παρεί-
ληφας τὴν ἀρχήν, πεπόνθαμεν. μεστοὶ γοῦν ἐσμεν θόρυβοι
καὶ ταραχῆς ὥσπερ αὐτοὶ κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν

πραγμάτων.

ἀλλ’ ἡμεῖς μὲν σοὶ συνευχόμεθα, σὺ δὲ τοῦ
τε πατρὸς καὶ τῆς σαυτοῦ φύσεως καὶ ὧν ἐκτήσω λόγων
ἄξιος εἶναι πειρῶ καὶ δεῖξον ὡς ὑπὸ γνώμης γενναίας καὶ
καιροῦ δυσκολία νικᾶται

ταῦτα εἶπον οὐ πείθων τὸν πε-
πεισμένον, ἀλλ’ ὁρμὴν καλὴν παρακαλῶν, ἐπεὶ καὶ τὸν χρηστὸν
Ἀμφιλόχιον οἶδα μὲν ὡς εὖ ποιήσεις, κἂν μηδεὶς ὑπὲρ αὐτοῦ
διαλέγηται, δέομαι δὲ ὅμως εὖ τι ποιεῖν. καὶ γὰρ ἐμὸς συμ-
φοιτητὴς καὶ σὸς συστρατιώτης καὶ παιδευτὴς δεξιὸς καὶ
παίδων πατὴρ ἀρκούντων εἰς τιμὴν πατρί.

Related Letters