Letter 682: I do not wish to believe that you cared little for the affairs of Ulpianus and Palladius — that you neither honored...

LibaniusJulian of Antioch|c. 379 AD|Libanius
friendship

Ἰουλιανῷ. (361/62)

Οὐ βούλομαι πιστεῦσαι τοῦθ’ ὅτι σοι τῶν Οὐλπιανοῦ
καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους
ἐτίμησας οὔθ’ ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι

πόνους πονεῖν τοὺς ἑταίρους εἰς λόγον ἔθου. λέγεται μὲν γὰρ
ὑπὸ πολλῶν ἃ οὐδὲ εἰπεῖν μοι καλόν, ἐγὼ δὲ μάχομαι μηδὲν
τούτων εἶναι σόν.

γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ
βοήθησον ἐμοί τε καὶ σεαυτῷ.

Related Letters