Letter 688: "Not without a god," as Homer says — and you did not write this without the hand of Asclepius.

LibaniusAkakios|c. 379 AD|Libanius
education books

Ἀκακίῳ. (362)

Οὐχ ἄνευθε θεοῦ Ὅμηρος οὐδὲ σὺ ταῦτα
ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλ’ ἀκριβῶς αὐτὸς συνεφήπτετο
τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ
πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ.

σοὶ δὲ πῶς οὐκ
ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν
ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀν-

θρηνίον ὁ λόγος κάλλεΐ τε στίλβων καὶ πείθων ένθυ-
μήμασι καὶ πράττων ὃ σπεύδει, νῦν μὲν τὴν τοῦ θεοῦ δύνα-
μιν δεικνὺς ἐκ τῶν ἐπιγραμμάτων ἃ ἦν τῶν ὑγιανάντων, νῦν
δὲ τραγῳδῶν τὸν τῶν ἀθέων κατὰ τοῦ νεὼ πόλεμον, τὴν
κατασκαφήν, τὸ πῦρ. τοὺς ὑβριζομένους βωμούς, τοὺς ἀδι-
κουμένους ἱκέτας οὐκ ἐωμένους ἀπαλλαγῆναι κακῶν.

ἀλλὰ
μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος
γνώμη δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δ’ αὖ μείζων ὁ
ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν
ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς
δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος·
ἥκει γὰρ μετὰ τοῦ καιροῦ.

καί μοι δοκεῖς ἀμείνων νῦν
πεφηνέναι ῥήτωρ ἡ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ,
οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ
ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ ουμβάν· ὃ καὶ
περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα · χαρι-
έστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν,
ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο.

ἀλλὰ καὶ τὴν ἐπι-
στολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων,
ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον
μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν
εἰδὼς ἃ ἐδίδου

τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων

μὲν ἀναβαλέσθαι θάτερον εἰς ἡσυχίαν, οὐ μὴν ἐδυνήθην,
ἀλλ’ οὐκ ἔφθην καταθέμενος καὶ ἀνειλόμην εἷτ᾿ ἐμέριζον
ἐμαυτὸν εἰς τε τοὺς νέους καὶ σέ. καὶ ἦν τοῦτο κέρδος τοῖς
νέοις. μείζειν γὰρ ἔρρεον περὶ σοῦ.

γράφε τοίνυν ὑπὲρ τοῦ
θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει
κεφαλῆς.

Related Letters