Letter 691: I have not suffered anything like what happened to your shoulder, but my soul is no less disturbed than yours when I...

LibaniusObodianus, friend and official|c. 380 AD|Libanius
friendshipillness

Ὀβοδιανῲ. (362)

Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν
ψυχὴν δὲ οὐχ ἦττον ἡ σὺ τετάραγμαι λογιζόμενος, ἐφ’ οἷς
ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμή-

σὰς ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς.

ἀλλὰ γὰρ
πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ
μή. ἄλλος μὲν γὰρ ὠδύρετ’ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες,
καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ’ ἐπὶ
τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέ-
ρεις ὡς μετριώτατα τὸ συμβάν.

φίλων δὲ ἔρημος, οὗ γένος
ἀνθρώπων, οὐκ ἔστι ὅπως ἂν εἴης, ἴως ἂν ᾖς, οἷος εἶ·
δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν
τρόπον.

ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους,
δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυ-
μουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πό-
λιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπε-
κρούσθης.

Related Letters