Letter 695: Help for your shoulder has reached you from our doctors, through both words and medicines -- you yourself sent for both.

LibaniusObodianus, friend and official|c. 380 AD|Libanius
imperial politics

Ὀβοδιανῷ. (362)

Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμά-
κων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ
ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον
ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ
οὐδὲν δεῖ.

ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασι-
λέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη
κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη.

τῇ μέντοι Δημοσθένους ἐτῳδῇ μὴ παύση τὴν ψυχὴν
ἐώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν
γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.

Related Letters