Letter 701: I am amazed that even this much was collected.

LibaniusDemetrius, friend|c. 380 AD|Libanius
property economics

Δημητρίῳ. (362)

Ἀλλ’ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα τάς τε γὰρ
ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην,
ἣ πάντας ἐπῆλθε πίθους.

ὅ γέ τοι τῆς ἐσπέρας οἶνος ἅμα
ἡμέρᾳ διέφθαρται παρ’ ἡμῖν, ὥσθ’ ὅσον ἂν ἀργύριον γένηται
παρ’ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί
σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν
τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.

Related Letters